Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.7 Dem. 43.10 (English) >>Dem. 43.14

43.9ὥστε συνέβαινεν ἐμοὶ τῷ ὑπὲρ τῆς γυναικὸς ἀγωνιζομένῳ, μὴ ὅτι περὶ τοῦ γένους καὶ τῶν ἄλλων ὧν μοι προσῆκεν διηγήσασθαι τοῖς δικασταῖς ὡς ἐγὼ ἐβουλόμην, ἀλλʼ οὐδʼ ἀπολογήσασθαί μοι ἐξεγένετο οὐδὲ <πρὸς> πολλοστὸν μέρος ὧν κατεψεύδοντο ἡμῶν· πέμπτον γὰρ μέρος εἶχον τοῦ ὕδατος. καὶ τὸ σόφισμα ἦν τοῦτο, αὐτοὺς μὲν ἑαυτοῖς συναγωνίζεσθαι καὶ ὁμολογεῖν ἅπαντα, περὶ ἡμῶν δὲ λέγειν τὰ οὐδεπώποτε γενόμενα. 43.10καὶ τοῦτον τὸν τρόπον ἐπιβουλευσάντων καὶ συναγωνιζομένων ἀλλήλοις ἐφʼ ἡμᾶς, καδίσκων τεττάρων τεθέντων κατὰ τὸν νόμον, εἰκότως οἶμαι οἱ δικασταὶ ἐξηπατήθησαν καὶ ἐστασίασαν ἀλλήλοις καὶ παρακρουσθέντες ὑπὸ τῆς παρασκευῆς ἐψηφίζοντο τι ἔτυχεν ἕκαστος. καὶ αἱ ψῆφοι ὀλίγαις πάνυ ἐγένοντο πλείους, τρισὶν τέτταρσιν, ἐν τῷ Θεοπόμπου καδίσκῳ ἐν τῷ τῆς γυναικός.

43.11καὶ τότε μὲν ταῦτα, ἄνδρες δικασταί, ἦν τὰ πραχθέντα. ἐπειδὴ δʼ οὑτοσὶ παῖς ἐγένετο καὶ ἐδόκει καιρὸς εἶναι, οὐκ ὀργισθεὶς ἐγὼ τοῖς γενομένοις, ἀλλʼ ἡγούμενος εἰκός τι παθεῖν τοὺς τότε δικάζοντας, εἰσήγαγον εἰς τοὺς φράτερας τοὺς τοῦ Ἁγνίου Εὐβουλίδῃ τὸν παῖδα τουτονί, ἐκ τῆς θυγατρὸς ὄντα τῆς ἐκείνου, ἵνα μὴ ἐξερημωθῇ οἶκος. 43.12ἐκεῖνος γάρ, ἄνδρες δικασταί, Εὐβουλίδης, τῷ Ἁγνίᾳ γένει ὢν ἐγγυτάτω, μάλιστα μὲν ηὔχετο τοῖς θεοῖς υἱὸν αὑτῷ γενέσθαι, ὥσπερ καὶ θυγάτηρ τουτουὶ μήτηρ τοῦ παιδὸς αὐτῷ ἐγένετο· ἐπειδὴ δὲ τούτου ἀπέτυχεν καὶ οὐκ ἐγένετο παῖς ἄρρην αὐτῷ οὐδὲ εἷς, μετὰ ταῦτʼ ἤδη ἐσπούδαζεν ὅπως ἐκ τῆς θυγατρὸς εἰσποιηθῇ αὑτῷ υἱὸς εἰς τὸν οἶκον τὸν ἑαυτοῦ καὶ τὸν Ἁγνίου, καὶ εἰς τοὺς φράτερας εἰσαχθῇ τοὺς ἐκείνου, ἡγούμενος, ἄνδρες δικασταί, ἐκ τῶν ὑπολοίπων τοῦτον εἶναι ἑαυτῷ οἰκειότατον, καὶ οὕτως ἂν μάλιστα τὸν οἶκον τὸν ἑαυτῶν διασῴζεσθαι καὶ οὐκ ἂν ἐξερημωθῆναι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.7 Dem. 43.10 (English) >>Dem. 43.14

Powered by PhiloLogic